Μηνύματα φωτός

-Ευτυχισμένος αυτός που γνωρίζει,τι είναι αγάπη προς τον Ιησού Χριστό και περιφρονεί τον εαυτόν του χάριν αυτής της αγάπης.
-Αγάπησε ψυχή ολόθερμα τον Ιησού Χριστό.Αυτόν να θεωρείς φίλο σου,Αυτόν,που έστω και αν όλοι σε εγκαταλείψουν,δεν θα σε αφήσει ποτέ,ούτε θα επιτρέψει να καταστραφείς.
-Αν σε κάθε σου ανάγκη επικαλείσαι τον Ιησού Χριστό,θα Τον έχεις πάντοτε κοντά σου.Αν ο Χριστός είναι μαζί σου,κανείς εχθρός δεν μπορεί να σε βλάψει.
-Να είσαι ταπεινός και ειρηνικός και ο Ιησούς Χριστός θα είναι μαζί σου
-Να είσαι ευσεβής και πράος και ο Ιησούς Χριστός θα είναι μαζί σου.
-Κάνε τον Ιησού Χριστό βασιλιά της καρδιάς σου και θα είσαι πάντα ευτυχισμένος.

Σάββατο, 24 Αυγούστου 2013

Παρακλητικός Κανών στον Άγιο Κοσμά τον Αιτωλό



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς ζηλωτής τῶν ἱερῶν Ἀποστόλων, τόν φωτισμόν τοῦ Παρακλήτου ἐδέξω, καί εὐσεβείας κῆρυξ ὤφθης ἔνθεος· ὅθεν ἠμᾶς στήριξον, θεμελίω τῷ θείω, Ὀρθοδόξου πίστεως, καί δογμάτων ἁγίων, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶ, πταισμάτων λύσιν, ἠμίν ἑξαιτούμενος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὡς ζηλωτής τῶν ἱερῶν Ἀποστόλων, τόν φωτισμόν τοῦ Παρακλήτου ἐδέξω, καί εὐσεβείας κῆρυξ ὤφθης ἔνθεος· ὅθεν ἠμᾶς στήριξον, θεμελίω τῷ θείω, Ὀρθοδόξου πίστεως, καί δογμάτων ἁγίων, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶ, πταισμάτων λύσιν, ἠμίν ἑξαιτούμενος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50)
ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Κοσμήσας ταῖς θείαις σου διδαχαῖς, πιστῶν τάς καρδίας, Ἰσαπόστολε θαυμαστέ, ἠμᾶς τῶν παθῶν τῆς ἀκοσμίας, ταῖς πρός Θεόν ἰκεσίαις σου λύτρωσαι.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁ λόγω ἁγίω διδακτικῶ, πιστῶν τάς καρδίας, ὁδηγήσας πρός τόν Χριστόν, ἴθυνον ἠμᾶς Κοσμᾶ θεοφρον, πρός ἀρετῆς τήν τελείαν ἐπίδοσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σοφία ἐκλάμπων πνευματική, τοῦ Εὐαγγελίου, κῆρυξ ὤφθης θεοειδῆς, ἐν ὤ πολιτεύεσθαι ἀξίως, Πάτερ Κοσμᾶ ἠμᾶς πάντας συνέτισον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Μή φλέξας νηδύν σου τήν καθαράν, Θεός σωματοῦται, ἐξ αἱμάτων σου τῶν ἁγνῶν· ὤ πρέσβευε μόνη Θεοτόκε, κατοικτειρῆσαι τους σέ μακαρίζοντας.
Ὠδή γ'. Οὐρανίας ἁψίδος
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀποστόλων τόν ζῆλον, πεπλουτηκῶς Ὅσιε· ὅθεν ἐκκαθαίρεις καρδίας, θείω κηρύγματι· καί νῦν ἐκρίζωσον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, πάντα τά ζιζάνια, ταῖς ἰκεσίαις σου. χριστιανος.gr
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Κοσμηθεῖς ἐν τῷ Ἄθω, ταῖς νοῦν λάμψεσι, πάση τή Ἑλλάδι ἐκλάμπεις, τό φῶς τῆς πίστεως, δί' οὐ ἀπέλασον, αἱρετικῶν σκοτομήνη, ἀπειλοῦσαν Ἅγιε, ἠμίν τόν ὄλεθρον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὁ δυνάμει τοῦ λόγου, καί διδαχῶν χάρισι, πλείστους ἐκ βυθοῦ ἀφαρπάσας, τῆς ματαιότητος, ἠμᾶς ἑξάρπασον, ὡς Ἰσαπόστολος μέγας, Πάτερ ἐκ τοῦ φάρυγγος, δεινῶν δοκήσεων.
5
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Σαρκοφόρον τεκοῦσα, τόν τοῦ πατρός αἴτιον Κόρη ἐν μιά ὑποστάσει, δυσί δέ φύσεσιν, αὐτόν ἱκέτευε, τά τῆς σαρκός ἠμῶν πάθη, θανατῶσαι Ἄχραντε, πλούτω χρηστότητος.
Διασωσον Ἱερομάρτυς ἐκ πάσης ἠμᾶς ἀνάγκης, τούς τιμώντας ὡς Ἰσαπόστολον θεῖον σέ, Κοσμᾶ παμμάκαρ λιταίς σου πρός τόν Σωτήρα.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή
Ὁ λόγος ὁ σός, ὡς δρόσος ἐπουράνιος, αὐχμώσαις ψυχαῖς ἐδείχθη Θείω Πνεύματι· ἀλλ' ὤ Κοσμᾶ θεοσοφέ, τάς καρδίας ἠμῶν καταδρόσισον, τή ἐπομβρία τῶν σῶν διδαχῶν, παθῶν φλεγομένας ἐν τοῖς ἀνθραξι.
Ὠδή δ'. Εἰσακήκοα Κύριε
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Μαθητής ὡς θεοσοφός, τοῦ Εὐαγγελίου Πάτερ τῆς χάριτος, τάς ψυχᾶς ἠμῶν χαρίτωσον, τή διδασκαλία τῶν χειλέων σου.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐκ κίνδυνων καί θλίψεων, καί πολυειδῶν ἠμᾶς περιστάσεων, Ἰσαπόστολε μακάριε, ταῖς σαῖς προστασίαις ἐλευθέρωσον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἱλασμόν ἠμίν αἴτησαι, καί παραπτωμάτων τήν λύσιν Ἅγιε, καί εἰρήνην καί ὁμόνοιαν, τοῖς εἰλικρινῶς σέ μακαρίζουσι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, καί μετά τόν τόκον ἄφθορος μείνασα, ὡς πρό τόκου Ἀειπάρθενε, ἐκ φθορᾶς ἁπάσης ἠμᾶς λύτρωσαι.
6
Ὠδή ἐ'. Φώτισον ἠμᾶς
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Μέγας ἀληθῶς, ὡς διδάσκαλός της . πίστεως, ἀπό πάσης φληναφίας καί στροφῆς, τῶν δεινῶν δοκησισόφων ἠμᾶς λύτρωσαι.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ἄνωθεν ἀεί, Ἰσαπόστολε περισκεπε, ἐξ αἱρέσεων δεινῶν καί χαλεπῶν, τοῦ Χριστοῦ τήν Ἐκκλησίαν ταῖς πρεσβείαις σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Στόμα τοῦ Θεοῦ, γεγονῶς Κοσμᾶ μακάριε, μελετᾶν ἠμᾶς τά λόγια Θεοῦ, δίδου σύνεσιν καί φρόνησιν τοῦ σώζεσθαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης Μητροπάρθενε, ὥσπερ βρέφος τοῦτον φέρουσα χερσίν, ὄν δυσώπει ἐλεῆσαι τάς ψυχᾶς ἠμῶν.
Ὠδή στ'. Τήν δέησιν
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Εἰς ἅπασαν, τήν Ἑλλάδα ἐξῆλθεν, ὁ σωτήριός σου λόγος τρισμάκαρ, Εὐαγγελίου γάρ σάλπιγξ ἐδείχθης· ὅθεν ὠσί τῶν ψυχῶν ἠμῶν σάλπισον, Κοσμᾶ τόν φόβον τοῦ Θεοῦ, ὡς ἄν βίον θεάρεστον ζήσωμεν.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάσεις, καί ζῶν τελῶν θεηγόρε, καί μετά τό σόν μακάριον τέλος· ὅθεν ἠμῶν τήν νοσοῦσαν καρδίαν, καί τά τοῦ σώματος ἄλγη ἰάτρευσον, Κοσμᾶ Ἀπόστολε Χριστοῦ, τή δοθείση σοί ἄνωθεν χάριτι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὡς ἔχων, πρός τόν Χριστόν παρρησίαν, Ἰσαπόστολε Κοσμᾶ θεοφόρε, μή διαλίπης ἀπαύστως πρεσβεύειν, καινοφανέσι διδάγμασιν Ὅσιε, μή προσανέχεις τούς πιστούς, ἀλλ' ἐκ τούτων ταχέως μακρύνεσθαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Λυχνία, χρυσοειδῆς ἀνεδείχθης, τό ἀπαύγασμα Πατρός ὡς τεκοῦσα, ἐν ὁμοιώματι Κόρη ἀνθρώπων, τήν ἀνθρωπίνην οὐσίαν ρυόμενον, ἐκ τῆς κατάρας τοῦ Ἀδάμ- διά τοῦτο ὑμνοῦμεν σέ Δέσποινα.
7
Διασωσον Ἱερομάρτυς ἐκ πάσης ἠμᾶς ἀνάγκης, τούς τιμώντας ὡς Ἰσαπόστολον θεῖον σέ, Κοσμᾶ παμμάκαρ λιταίς σου πρός τόν Σωτήρα.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου
Ἱεροκῆρυξ Κοσμᾶ Ἰσαπόστολε, τῆς Ἐκκλησίας θεμέλιε ἄρρηκτε, τή πέτρα τῆς πίστεως στήριξον, σαλευομένας καρδίας ταῖς θλίψεσιν, αἰτούμενος πάσι θεῖον ἔλεος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (ἰ' 1, 5-8)
Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε· πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβατε, δωρεάν δότε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
8
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθεμένοι...
Κόσμος ἐνθεώτατος, τῆς Ἐκκλησίας ἐδείχθης, Κοσμᾶ Ἰσαπόστολε, καί ταύτην ἐκόσμησας θείω λόγω σου· ὤ καί νῦν φώτισον, ἠμῶν τάς καρδίας, ἐναρέτως πολιτεύεσθαι, καί ἅπαν σκάνδαλον, ἐκ τοῦ πονηροῦ ἀποτρέπεσθαι, ἐμμένειν ἀσαλεύτους δέ, θείαις καί σεπταῖς παραδόσεσι, ταῖς τῶν θεηγόρων, Πατέρων ἴνα εὔρωμεν ζωήν, τήν αἰωνίζουσαν Ἅγιε, θείαις ἰκεσίαις σου.
Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Ἰσαποστόλου Κοσμᾶ τοῦ Αἰτωλοῦ, Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.
Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
9
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Οὐρανόθεν τήν κλῆσιν, δεδεγμένος κηρύττεις τό Εὐαγγέλιον· αὐτοῦ τάς θείας ρήσεις, καί τήν διδασκαλίαν, ἐκπληροῦν ἐνδυνάμωσον, τῶν εὐσεβῶν τάς ψυχᾶς, Κοσμᾶ Πνευματοφόρε.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Γεωργήσας πανσόφως, τῷ ἀρότρω τοῦ λόγου ψυχῶν τήν ἄρουραν, βλαστάνειν τάς καρδίας, ἠμῶν τόν θεῖον φόβον, καταξίωσον Ἅγιε, τή γεωργία Κοσμᾶ, τῶν θείων διδαχῶν σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὥσπερ τρόπαιον θεῖον, τόν Σταυρόν τοῦ Κυρίου ἵδρυες Ὅσιε· διό σταυροῦν τήν σάρκα, καί ζῆν ζωήν ἁγίαν, ἐν Χριστῷ ἐνδυνάμωσον, ταῖς πρός Θεόν σου εὐχαῖς, ἠμᾶς Κοσμᾶ τρισμάκαρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Γνώμην ἔμφρονα δίδου, καί κατάνυξιν Κόρη καί νοῦν θεοφρονα, τοῖς πίστει ἀφορῶσι, πρός τήν σεπτήν σου σκέπην, Θεοτόκε Πανάμωμε, καί τῶν πταισμάτων Ἁγνή, τήν λύσιν ἠμίν αἴτει.
Ὠδή ἡ'. Τόν Βασιλέα
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Εὗρε σέ Πάτερ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, θεῖον στήριγμα ἐν χρόνοις τῆς δουλείας, ψυχᾶς τῆς δουλείας, λυτρούμενον τῆς πλάνης.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ρύπων κακίας, καί μολυσμῶν ἁμαρτίας, ἀποκάθαρον τῶν πρεσβειῶν σου ρείθροις, Κοσμᾶ θεηγόρε, ἠμῶν τάς διανοίας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Αἱρετιζόντων, καινοφανῶν τήν ἀπάτην, ἑξαφάνισον τήν ἀπειλοῦσαν Πάτερ, πάσαν κατακλύζειν, Χριστοῦ τήν Ἐκκλησίαν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Σκέπη ὑπάρχεις, καί καταφύγιον μέγα, Ἀειπάρθενε Χριστιανῶν τοῦ γένους· ὅθεν ἠμᾶς σκέπε, ἐκ πάσης ἐπηρείας.
10
Ὠδή θ'. Κυρίως Θεοτόκον
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰσχύν ἠμίν παρασχου, κατά πάσης πλάνης, καί ἁμαρτίας Κοσμᾶ Ἰσαπόστολε, καί πειρασμῶν πολυτρόπων τήν ἀπολύτρωσιν.
Ἅγιε Ἰσαπόστολε, πρέσβευε ὑπέρ ἠμῶν.
Μαρτύρων τῷ στεφάνω, ὡς Ἱερομάρτυς, κεκοσμημένος Κοσμᾶ Ἰσαπόστολε, τῶν ἀρετῶν ταῖς ἰδέαις ἠμᾶς στεφάνωσον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὁ νέος Ἐκκλησίας, λύχνος τέ καί στύλος, Ὀρθοδοξίας τή βάσει ἐδραίωσον, τῶν εὐσεβῶν τάς καρδίας Κοσμᾶ μακάριε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Ὑπεραγνέ Μαρία, μόνη Θεοτόκε, τήν ἐν ἐμοί ἀθυμίαν ἀπέλασον, καί εὐφροσύνης τῆς θείας μέ Κόρη πλήρωσον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις Ἀποστόλων ὁ μιμητής, καί Εὐαγγελίου, θεηγόρος ὑφηγητής· χαίροις σεμνοῦ βίου, διδάσκαλος ὁ θεῖος, Κοσμᾶ Πνευματοφόρε, στόμα τῆς χάριτος.
Ὄργανον τοῦ Πνεύματος γεγονῶς, σεαυτόν καθάρας, δί' ἀσκήσεως ἱερᾶς, ἐν Ὄρει τοῦ Ἄθω, ἐξῆλθες θεία νεύσει, καί χάριτος τόν λόγον πάσιν ἐκήρυξας.
Ὡς Παῦλος Πάτερ περιελθῶν, πόλεις καί χωρία, ταῖς καρδίαις τῶν εὐσεβῶν, πίστεως τήν φλόγα, ἀνήψας τάς ἁγίας, καί ἔφλεξας τῆς πλάνης, ἅπαν ζιζάνιον.
Χαίροις Αἰτωλίας Θεῖος βλαστός, Ἄθωνος ὁ φοῖνιξ, ὁ κατακαρπός καί σεπτός· χαίροις εὐσεβείας, ὁ θεῖος ὑποφήτης, ἐν ἔργω τέ καί λόγω, Κοσμᾶ μακάριε.
11
Ἤνυσας τούς δρόμους τούς συνεχεῖς, ὑπέρ σωτηρίας, τοῦ πλησίον Πάτερ Κοσμᾶ, καί τό δί' ἀγχόνης, στερρῶς ἐνέγκας τέλος, μαρτυρικᾶς εὐκλείας λαμπρῶς ἠξίωσαι.
Πάσης ἐπηρείας ὀδυνηρᾶς, καί κενοφωνίας, ἐν τή πίστει ψυχοβλαβούς, ἄτρωτον συντηρεῖ, Χριστοῦ τήν Ἐκκλησίαν, Κοσμᾶ ταῖς σαῖς πρεσβείαις πρός τόν Φιλάνθρωπον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (γ΄) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Κατόπιν τά τροπάρια
Ἦχος πλ. β΄.
Ἀμήν.
12
Ἐλέησον ἠμᾶς, Κύριε, ἐλέησον ἠμᾶς. πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοί προσφέρομεν. Ἐλέησον ἠμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε ἐλέησον ἠμᾶς, ἐπί σοῖ γάρ πεποίθαμεν. μή ὀργισθῆς ἠμίν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἠμῶν. ἀλλ’ ἐπιβλεψον καί νῦν ὡς εὔσπλαχνος, καί λύτρωσαι ἠμᾶς ἐκ τῶν ἐχθρῶν ἠμῶν. σύ γάρ εἰ Θεός ἠμῶν, καί ἠμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καί τό ὄνομά σου ἐπικεκλήμεθα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Τῆς εὐσπλαχνίας τήν πύλην ἀνοιξον ἠμίν, εὐλογημένη Θεοτόκε. ἐλπίζοντες εἰς σέ, μή ἀστοχήσωμεν. ρυσθείημεν διά σου τῶν περιστάσεων. σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἀπολυτίκιον ἅ'. Ἦχος δ'. Ταχύ προκατάλαβε
Ὠδαῖς εὐφημήσωμεν, τόν εὐκλεῶς τοῖς χοροῖς, Μαρτύρων ἐμπρέψαντα, θυτῶν τέ καί ἀσκητῶν, Κοσμᾶν τόν ἀοίδιμον, σήμερον συνελθόντες τή σεπτή αὐτοῦ μνήμη· νέμει γάρ τάς ἰάσεις, τοῖς πιστῶς προσιούσιν, ὡς ἔχων παρρησίαν πρός Χριστόν, ὡς Ἰσαπόστολος.
13
Ἀπολυτίκιον β'. Ἦχος β'. Θείας πίστεως...
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τήν Ἐκκλησίαν, ζηλωτής τῶν Ἀποστόλων γενόμενος· καί κατασπείρας τά θεία διδάγματα, μαρτυρικῶς τόν ἀγώνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.
Ἐκτενής καί ἀπόλυσις, μεθ' ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου
Πάντας τούς προστρέχοντας πιστῶς, τή σή πρός Χριστόν μεσιτεία, Κοσμᾶ μακάριε, πάσης ἀπολύτρωσαι, ὀργῆς καί θλίψεως, καί πταισμάτων συγχώρησιν, δοθῆναι δυσώπει, καί βίου διόρθωσιν, καί θεῖον ἔλεος, ὅπως ἐναρέτοις ἐν ἔργοις, ζήσαντες ζωῆς τῆς ἀλήκτου, μετά τέλος μετοιχοι γενώμεθα.
14
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.